Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐπεὶ δʼ ἅπαν
  2. κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί,
  3. τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός.
  4. πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε,
  5. λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ
  6. καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα.
  7. ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω·
  8. ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
  9. λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον·
  10. ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,
  11. σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε
  12. θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.
Χορός
  1. ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου·
  2. ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.
Κλυταιμήστρα
  1. ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας;
  2. πῶς σε προσείπω; πῶς δʼ οὐ φῶ
  3. παραμυθεῖσθαι τούσδε μάτην μύθους,
  4. ὥς σου πένθους λυγροῦ παυσαίμαν;
Χορός
  1. καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,
  2. τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους.