Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν·
- ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.
- χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ
- στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.
- καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματα
- Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.
- χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν,
- χαίρων δʼ ἐπάνηκε,
- κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.