Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς,
- τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
- βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός,
- ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος
- φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν·
- ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ
- ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
- ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ.
- κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·
- Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
- ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς
- προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
- ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
- ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
- ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριον
- δίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς.
- πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης,
- χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ
- λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς
- Αἴγαιον οἶδμα διαπερᾶν.