Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
- στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον,
- εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ·
- Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον
- ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
- κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης.
- ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
- λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ,
- ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,
- τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος,
- δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα
- στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ,
- ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
- καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
- Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί.
- ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.
- ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
- λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν·
- ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,
- κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν.