Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
- ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
- Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους,
- ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,
- σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
- ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
- ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
- ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
- δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.
- ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
- ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι·
- τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
- καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
- θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς
- ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
- καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου
- δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν.
- πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ·
- σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
- τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων