Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ
- τήνδε κομίζεις. ἴθι. λευκαίνει
- τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς
- πῦρ τε τεθρίππων τῶν Ἀελίου·
- σύλλαβε μόχθων.
- θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς
- οὐδʼ εὐδαίμων·
- οὔπω γὰρ ἔφυ τις ἄλυπος.
- —ἔμολον ἀμφὶ παρακτίαν
- ψάμαθον Αὐλίδος ἐναλίας,
- Εὐρίπου διὰ χευμάτων
- κέλσασα στενοπόρθμων,
- Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ,
- ἀγχιάλων ὑδάτων τροφὸν
- τᾶς κλεινᾶς Ἀρεθούσας,
- Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν
- Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-
- μιθέων, οὓς ἐπὶ Τροίαν
- ἐλάταις χιλιόναυσιν
- τὸν ξανθὸν Μενέλαόν θʼ