Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἁμέτεροι πόσεις
- ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν
- στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ
- Εὐρώτα δονακοτρόφου
- Πάρις ὁ βουκόλος ἃν ἔλαβε
- δῶρον τᾶς Ἀφροδίτας,
- ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις
- Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν
- μορφᾶς ἁ Κύπρις ἔσχεν.
- —πολύθυτον δὲ διʼ ἄλσος Ἀρ-
- τέμιδος ἤλυθον ὀρομένα,
- φοινίσσουσα παρῇδʼ ἐμὰν
- αἰσχύνᾳ νεοθαλεῖ,
- ἀσπίδος ἔρυμα καὶ κλισίας
- ὁπλοφόρους Δαναῶν θέλουσʼ
- ἵππων τʼ ὄχλον ἰδέσθαι.
- κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω,
- τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν
- Σαλαμῖνος στέφανον· Πρω-
- τεσίλαόν τʼ ἐπὶ θάκοις