Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οἴμοι, γνώμας ἐξέσταν,
  2. αἰαῖ, πίπτω δʼ εἰς ἄταν.
  3. ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ
  4. μηδὲν ὑπείκων.
Πρεσβύτης
  1. σπεύδω, βασιλεῦ.
Ἀγαμέμνων
  1. μή νυν μήτʼ ἀλσώδεις ἵζου
  2. κρήνας μήθʼ ὕπνῳ θελχθῇς.
Πρεσβύτης
  1. εὔφημα θρόει.
Ἀγαμέμνων
  1. πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
  2. λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ
  3. τροχαλοῖσιν ὄχοις παραμειψαμένη
  4. παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη
  5. Δαναῶν πρὸς ναῦς.
Πρεσβύτης
  1. ἔσται τάδε.
Ἀγαμέμνων
  1. κλῄθρων δʼ ἐξόρμοις
  2. ἤν νιν πομπαῖς ἀντήσῃς,
  3. πάλιν εἰσόρμα, σεῖε χαλινούς,
  4. ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.
Πρεσβύτης
  1. πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
  2. λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ;