Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ.
- ὦ πότνια, πότνια, θύμασιν βροτησίοις
- χαρεῖσα, πέμψον ἐς Φρυγῶν
- γαῖαν Ἑλλάνων στρατὸν
- καὶ δολόεντα Τροίας ἕδη,
- Ἀγαμέμνονά τε λόγχαις
- Ἑλλάδι κλεινότατον στέφανον
- δὸς ἀμφὶ κάρα ἑὸν
- κλέος ἀείμνηστον ἀμφιθεῖναι.
- ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
- ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.
- φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
- ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ·
- μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων
- πρὸς τῇ παρούσῃ;
- σῆς μὲν οὖν παιδὸς πέρι
- θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.
- μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος.
- ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.
- λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου