Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ.
Ἰφιγένεια
  1. ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις.
Κλυταιμήστρα
  1. τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;
Ἰφιγένεια
  1. μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.
Κλυταιμήστρα
  1. εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;
Ἰφιγένεια
  1. χαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι.
Κλυταιμήστρα
  1. προσέλκυσαί νιν ὕστατον θεωμένη.
Ἰφιγένεια
  1. ὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις.
Κλυταιμήστρα
  1. ἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω;
Ἰφιγένεια
  1. πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.
Κλυταιμήστρα
  1. δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.
Ἰφιγένεια
  1. ἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.
Κλυταιμήστρα
  1. δόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως.
Ἰφιγένεια
  1. τίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;
Κλυταιμήστρα
  1. ἐγώ, μετά γε σοῦ—
Ἰφιγένεια
  1. μὴ σύ γʼ· οὐ καλῶς λέγεις.
Κλυταιμήστρα
  1. πέπλων ἐχομένη σῶν.
Ἰφιγένεια
  1. ἐμοί, μῆτερ, πιθοῦ·
  2. μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
  3. πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω