Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἀρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι.
- ὦ τέκνον, οἴχῃ;
- καὶ πάλιν γʼ οὐ μὴ μόλω.
- λιποῦσα μητέρα;
- ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως.
- σχές, μή με προλίπῃς.
- οὐκ ἐῶ στάζειν δάκρυ.
- ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες,
- παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
- Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.
- κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
- προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
- ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν
- Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον.
- ἄγετέ με τὰν Ἰλίου
- καὶ Φρυγῶν ἑλέπτολιν.
- στέφεα περίβολα δίδοτε, φέρετε
- — πλόκαμος ὅδε καταστέφειν —
- χερνίβων τε παγάς.
- ἑλίσσετʼ ἀμφὶ ναὸν