Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα,
- ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας,
- ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν.
- χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
- ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
- οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν·
- ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
- καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
- μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
- ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα.
- παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ.
- λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
- μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
- μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
- τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε;
- οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ.
- πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
- ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
- τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
- βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.