Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
- ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ.
- εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος·
- τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ,
- ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
- μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεται
- ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ.
- ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖν
- λαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις,
- εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
- ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν.
- λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη.
- ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχας
- ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε,
- μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά,
- ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα.
- ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτι
- λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ
- φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
- ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,