Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών·
- πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
- ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
- μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης,
- δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
- ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε;
- τί τὸ δίκαιον τοῦτό γε; ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος;
- κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
- πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν.
- εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
- εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
- ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ;
- ἀλλʼ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
- θύετʼ, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
- διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή.
- βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους,
- μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι.
- τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει·
- τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
- Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν