Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀντέχου θυγατρός.
Κλυταιμήστρα
  1. ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται.
Ἀχιλλεύς
  1. ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει.
Ἰφιγένεια
  1. μῆτερ, εἰσακούσατε
  2. τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην
  3. σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
  4. τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας·
  5. ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
  6. καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
  7. οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην·
  8. κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι
  9. εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές.
  10. δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·
  11. εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
  12. κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
  13. τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,
  14. μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος,
  15. τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
  16. ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
  17. Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.