Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ ἐνικώμην κεκραγμοῦ.
Κλυταιμήστρα
  1. τὸ πολὺ γὰρ δεινὸν κακόν.
Ἀχιλλεύς
  1. ἀλλʼ ὅμως ἀρήξομέν σοι.
Κλυταιμήστρα
  1. καὶ μαχῇ πολλοῖσιν εἷς;
Ἀχιλλεύς
  1. εἰσορᾷς τεύχη φέροντας τούσδε;
Κλυταιμήστρα
  1. ὄναιο τῶν φρενῶν.
Ἀχιλλεύς
  1. ἀλλʼ ὀνησόμεσθα.
Κλυταιμήστρα
  1. παῖς ἄρʼ οὐκέτι σφαγήσεται;
Ἀχιλλεύς
  1. οὔκ, ἐμοῦ γʼ ἑκόντος.
Κλυταιμήστρα
  1. ἥξει δʼ ὅστις ἅψεται κόρης;
Ἀχιλλεύς
  1. μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς.
Κλυταιμήστρα
  1. ἆρʼ ὁ Σισύφου γόνος;
Ἀχιλλεύς
  1. αὐτὸς οὗτος.
Κλυταιμήστρα
  1. ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
Ἀχιλλεύς
  1. αἱρεθεὶς ἑκών.
Κλυταιμήστρα
  1. πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν.
Ἀχιλλεύς
  1. ἀλλʼ ἐγὼ σχήσω νιν.
Κλυταιμήστρα
  1. ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας;
Ἀχιλλεύς
  1. δηλαδὴ ξανθῆς ἐθείρας.
Κλυταιμήστρα
  1. ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;