Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀμφὶ σῆς παιδός—
- πονηρὸν εἶπας οἰωνὸν λόγον.
- ὡς χρεὼν σφάξαι νιν.
- οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει;
- ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον—
- τίνʼ, ὦ ξένε;
- σῶμα λευσθῆναι πέτροισι.
- μῶν κόρην σῴζων ἐμήν;
- αὐτὸ τοῦτο.
- τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν;
- πάντες Ἕλληνες.
- στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
- πρῶτος ἦν ἐκεῖνος ἐχθρός.
- διʼ ἄρʼ ὀλώλαμεν, τέκνον.
- οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.
- ἀπεκρίνω δὲ τί;
- τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν—
- δίκαια γάρ.
- ἣν ἐφήμισεν πατήρ μοι.
- καὶ Ἀργόθεν γʼ ἐπέμψατο.