Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
  2. ἀνδράσιν ἀνευρεῖν.
  3. ἰὼ ἰώ,
  4. μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα
  5. Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
Χορός
  1. ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς
  2. τυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν.
Ἰφιγένεια
  1. ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
Κλυταιμήστρα
  1. τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας.
Ἰφιγένεια
  1. διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
Κλυταιμήστρα
  1. τί δὲ τέκνον, φεύγεις;
Ἰφιγένεια
  1. Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι.
Κλυταιμήστρα
  1. ὡς τί δή;
Ἰφιγένεια
  1. τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
Κλυταιμήστρα
  1. οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
  2. ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
Ἀχιλλεύς
  1. ὦ γύναι τάλαινα, Λήδας θύγατερ—
Κλυταιμήστρα
  1. οὐ ψευδῆ θροεῖς.
Ἀχιλλεύς
  1. δείνʼ ἐν Ἀργείοις βοᾶται—
Κλυταιμήστρα
  1. τίνα βοήν; σήμαινέ μοι.