Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
  2. ὁ δὲ τεκών με τὰν τάλαιναν,
  3. ὦ μᾶτερ ὦ μᾶτερ,
  4. οἴχεται προδοὺς ἔρημον.
  5. ὦ δυστάλαινʼ ἐγώ, πικρὰν
  6. πικρὰν ἰδοῦσα δυσελέναν,
  7. φονεύομαι διόλλυμαι
  8. σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
  9. μή μοι ναῶν χαλκεμβολάδων
  10. πρύμνας ἅδʼ Αὐλὶς δέξασθαι
  11. τούσδʼ εἰς ὅρμους ἐς Τροίαν
  12. ὤφελεν ἐλάταν πομπαίαν,
  13. μηδʼ ἀνταίαν Εὐρίπῳ
  14. πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
  15. αὔραν ἄλλοις ἄλλαν θνατῶν
  16. λαίφεσι χαίρειν,
  17. τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν,
  18. τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
  19. τοῖσι δὲ μέλλειν.
  20. ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον