Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
- δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει,
- μή ποτʼ ὤφελες τὸν ἀμφὶ
- βουσὶ βουκόλον τραφέντʼ
- Ἀλέξανδρον οἰκίσαι
- ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
- Νυμφᾶν κεῖνται
- λειμών τʼ ἔρνεσι θάλλων
- χλωροῖς καὶ ῥοδόεντʼ
- ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ
- Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις
- Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος,
- ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα
- Κύπρις, ἃ δὲ δορὶ Παλλάς,
- Ἥρα τε Διὸς ἄνακτος
- εὐναῖσι βασιλίσιν,
- κρίσιν ἐπὶ στυγνὰν ἔριν τε
- καλλονᾶς, ἐμοὶ δὲ θάνατον —
- ὄνομα μὲν φέροντα Δαναΐ-
- δαισιν, ὦ κόραι, πρόθυμα δʼ