Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
  2. ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς.
  3. οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
  4. οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
  5. ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
  6. θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν.
  7. ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
  8. κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο
  9. Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
Κλυταιμήστρα
  1. ὦ τέκνον, ὦ ξέναι,
  2. οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα.
  3. φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
Ἰφιγένεια
  1. οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ
  2. μέλος εἰς ἄμφω πέπτωκε τύχης,
  3. κοὐκέτι μοι φῶς
  4. οὐδʼ ἀελίου τόδε φέγγος.
  5. ἰὼ ἰώ.
  6. νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα,
  7. Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε
  8. ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ