Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω·
- ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη.
- ἓν συντεμοῦσα πάντα νικήσω λόγον·
- τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν,
- τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται
- θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
- ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
- ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
- ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
- φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
- δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
- δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
- ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε,
- χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
- οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι,
- εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
- οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
- μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
- πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
- παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·