Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
  2. οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι,
  3. εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
  4. οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
  5. μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
  6. πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
  7. παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·
  8. οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
  9. ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς.