Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
- οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
- ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
- θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν.
- ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
- κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο
- Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
- ὦ τέκνον, ὦ ξέναι,
- οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα.