Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται
  2. θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
Χορός
  1. ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
  2. ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
Ἀγαμέμνων
  1. ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
  2. φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
  3. δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
  4. δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
  5. ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε,