Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
  2. τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι
  3. κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
  4. ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ.
  5. ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
  6. ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω·
  7. ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη.
  8. ἓν συντεμοῦσα πάντα νικήσω λόγον·
  9. τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν,