Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·
  2. Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι
  3. ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
  4. πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
  5. τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
  6. σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.
  7. μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
  8. καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ
  9. νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
  10. τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
  11. Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;
  12. βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
  13. ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν
  14. μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
  15. ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις,
  16. ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
  17. τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι
  18. κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
  19. ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ.
  20. ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.