Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
  2. καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ
  3. νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
  4. τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
  5. Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;
  6. βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
  7. ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν
  8. μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
  9. ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις,