Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
  2. ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
  3. οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
  4. γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·
  5. Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι
  6. ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
  7. πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
  8. τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
  9. σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.