Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς
- τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.
- πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
- Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν.
- εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
- πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας,
- κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
- ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά,
- δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν.
- ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
- τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
- μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
- βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς.
- πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ·
- πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν
- φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
- λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον,
- εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
- ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
- οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης