Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
- οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν,
- εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;
- ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
- ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
- παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά;
- ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
- μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;
- ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν·