Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
- κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών.
- ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον
- σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,
- ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
- οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν
- σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
- ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα
- Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται.