Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,
- ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
- δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
- μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲ
- κακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ.
- εἶἑν·
- θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς;
- τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
- νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών;