Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν,
  2. κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
  3. τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
  4. ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς,
  5. κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις
  6. μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί·
  7. Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ,
  8. αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί,
  9. τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.