Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖν
  2. δάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν.
  3. τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
  4. τόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς.
  5. κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
  6. λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά;
  7. Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος,
  8. κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
  9. τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.