Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω,
  2. ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην·
  3. πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο
  4. ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη.
  5. οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
  6. συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
  7. ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
  8. μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε
  9. χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν.