Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν;
Ἀγαμέμνων
  1. ἔα·
  2. τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή.
Κλυταιμήστρα
  1. ἔχʼ ἥσυχος.
  2. κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.
Ἀγαμέμνων
  1. σὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις.
Κλυταιμήστρα
  1. οὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι.
Ἀγαμέμνων
  1. ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός.
Κλυταιμήστρα
  1. κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων.
Ἀγαμέμνων
  1. τίνʼ ἠδίκησαι;
Κλυταιμήστρα
  1. τοῦτʼ ἐμοῦ πεύθῃ πάρα;
  2. ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.
Ἀγαμέμνων
  1. ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.
Κλυταιμήστρα
  1. πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν·
  2. αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
  3. καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων.
Ἀγαμέμνων
  1. ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ
  2. ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;
Κλυταιμήστρα
  1. ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους,
  2. κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν.