Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω,
- ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
- τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών·
- βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,
- μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
- καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω,
- ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην·
- πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο
- ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη.
- οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
- συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
- ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
- μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε
- χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν.
- σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖν
- δάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν.
- τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
- τόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς.
- κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
- λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά;