Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
  2. μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
  3. Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.
Κλυταιμήστρα
  1. τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σου
  2. οὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν.
  3. χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς
  4. πάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγε
  5. λαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
  6. ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.
  7. τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.
Ἀγαμέμνων
  1. τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς,
  2. ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους;
Κλυταιμήστρα
  1. φεῦ·
  2. τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
  3. ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
  4. κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
Ἀγαμέμνων
  1. τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
  2. σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.
Κλυταιμήστρα
  1. εἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι.
Ἀγαμέμνων
  1. οὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω.