Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
  2. δύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι-
  3. σθεν θνατοῖς ἀμελεῖται,
  4. Ἀνομία δὲ νόμων κρατεῖ,
  5. καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
  6. μή τις θεῶν φθόνος ἔλθῃ;
Κλυταιμήστρα
  1. ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
  2. χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
  3. ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή,
  4. πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
  5. θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται.
  6. μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος
  7. Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
  8. ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται.
Ἀγαμέμνων
  1. Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων
  2. ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους
  3. οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
Κλυταιμήστρα
  1. τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
Ἀγαμέμνων
  1. ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·
  2. ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,