Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
- κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.
- ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών.
- εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
- ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;
- τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος
- μετά τε φιλοχόρου κιθάρας
- συρίγγων θʼ ὑπὸ καλαμοεσ-
- σᾶν ἔστασεν ἰαχάν,
- ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι
- δαιτὶ θεῶν ἔνι Πιερίδες
- χρυσεοσάνδαλον ἴχνος
- ἐν γᾷ κρούουσαι
- Πηλέως ἐς γάμον ἦλθον,
- μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν,
- Κενταύρων ἐν ὄρεσι κλέουσαι
- Πηλιάδα καθʼ ὕλαν.
- ὁ δὲ Δαρδανίδας, Διὸς
- λέκτρων τρύφημα φίλον,
- χρυσέοισιν ἄφυσσε λοιβὰν