Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐν κρατήρων γυάλοις,
  2. ὁ Φρύγιος Γανυμήδης.
  3. παρὰ δὲ λευκοφαῆ ψάμαθον
  4. εἱλισσόμεναι κύκλια
  5. πεντήκοντα κόραι γάμους
  6. Νηρέως ἐχόρευσαν.
Χορός
  1. ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ
  2. θίασος ἔμολεν ἱπποβάτας
  3. Κενταύρων ἐπὶ δαῖτα τὰν
  4. θεῶν κρατῆρά τε Βάκχου.
  5. μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα,
  6. παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
  7. μάντις ὁ φοιβάδα μοῦσαν
  8. εἰδὼς γεννάσειν
  9. Χείρων ἐξονόμαζεν,
  10. ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
  11. ἀσπισταῖς Πριάμοιο κλεινὰν
  12. γαῖαν ἐκπυρώσων,
  13. περὶ σώματι χρυσέων
  14. ὅπλων Ἡφαιστοπόνων