Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
Ἀχιλλεύς
  1. ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.
Κλυταιμήστρα
  1. ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον.
Ἀχιλλεύς
  1. ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·
  2. ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
  3. ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν
  4. χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
  5. κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι,
  6. στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα