Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·
  2. πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.
Πενθεύς
  1. καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
  2. δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·
  3. καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς
  4. καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
  5. ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
Διόνυσος
  1. ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
  2. ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.
Πενθεύς
  1. τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσιν
  2. ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;
Διόνυσος
  1. αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.
  2. ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε,
  3. οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
Πενθεύς
  1. ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ
  2. καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.