Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅ τι καλὸν φίλον ἀεί.
Χορός
  1. εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
  2. ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·
  3. εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων
  4. ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον
  5. ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
  6. μυρίαι δʼ ἔτι μυρίοις
  7. εἰσὶν ἐλπίδες· αἳ μὲν
  8. τελευτῶσιν ἐν ὄλβῳ
  9. βροτοῖς, αἳ δʼ ἀπέβησαν·
  10. τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος
  11. εὐδαίμων, μακαρίζω.
Διόνυσος
  1. σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν
  2. σπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω,
  3. ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
  4. σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,