Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
  2. πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.
Πενθεύς
  1. ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
Διόνυσος
  1. ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
  2. στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
Πενθεύς
  1. κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·
  2. τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.
Διόνυσος
  1. ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
  2. ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.
Πενθεύς
  1. πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
  2. ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
Διόνυσος
  1. ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ
  2. αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.
Πενθεύς
  1. ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς
  2. αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
Διόνυσος
  1. δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας