Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ μὴ τὰ θεῶν αὔξοντας [*](word split in text αὔξον-τας)
- σὺν μαινομένᾳ δόξᾳ.
- κρυπτεύουσι δὲ ποικίλως
- δαρὸν χρόνου πόδα καὶ
- θηρῶσιν τὸν ἄσεπτον. οὐ
- γὰρ κρεῖσσόν ποτε τῶν νόμων
- γιγνώσκειν χρὴ καὶ μελετᾶν.
- κούφα γὰρ δαπάνα νομίζειν [*](word split in text νομί-ζειν)
- ἰσχὺν τόδʼ ἔχειν,
- ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,
- τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον
- ἀεὶ φύσει τε πεφυκός.
- τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
- παρὰ θεῶν γέρας ἐν βροτοῖς
- ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς
- τῶν ἐχθρῶν κρείσσω κατέχειν;