Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
- ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
- ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
- ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.
- τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
- ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.
- οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.
- ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;
- ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.
- καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ.
- ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
- ἆ.
- βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
- μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
- τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
- λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.
- ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
- σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
- ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
- ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.