Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
- ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
- στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
- τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
- μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
- εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.
- Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
- πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
- ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
- τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.
- οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
- στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;
- κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
- τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
- πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.
- ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;
- θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
- οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
- ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
- ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.