Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
- ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν
- πύλας· κέλευε πάντας ἀσπιδηφόρους
- ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
- πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
- ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
- βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,
- εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.
- πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
- Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
- οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,
- ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
- κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.
- οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν
- σῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;
- θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
- πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
- θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
- πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
- φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας